Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.66 Joseph. AJ 18.70 (English) >>Joseph. AJ 18.75

18.68καὶ μηδʼ ὣς ἐπικλωμένης, οὐ φέρων τὴν ἀτυχίαν τοῦ ἔρωτος ἐνδείᾳ σιτίων θάνατον ἐπιτιμᾶν αὑτῷ καλῶς ἔχειν ἐνόμισεν ἐπὶ παύλῃ κακοῦ τοῦ κατειληφότος. καὶ μὲν ἐπεψήφιζέν τε τῇ οὕτω τελευτῇ καὶ πράσσειν οὐκ ἀπηλλάσσετο. 18.69καὶ ἦν γὰρ ὄνομα Ἴδη πατρῷος ἀπελευθέρα τῷ Μούνδῳ παντοίων ἴδρις κακῶν, δεινῶς φέρουσα τοῦ νεανίσκου τῷ ψηφίσματι τοῦ θανεῖν, οὐ γὰρ ἀφανὴς ἦν ἀπολούμενος, ἀνεγείρει τε αὐτὸν ἀφικομένη διὰ λόγου πιθανή τε ἦν ἐλπίδων τινῶν ὑποσχέσεσιν, ὡς διαπραχθησομένων ὁμιλιῶν πρὸς τὴν Παυλῖναν αὐτῷ. 18.70καὶ δεχομένου τὴν ἱκετείαν ἡδονῇ πέντε μυριάδων δεήσειν αὐτῇ μόνων ἔλεγεν ἐπὶ ἁλώσει τῆς γυναικός. καὶ μὲν ἐπὶ τούτοις ἀνεγείρασα τὸν νεανίσκον καὶ τὸ αἰτηθὲν λαβοῦσα ἀργύριον οὐ τὰς αὐτὰς ὁδοὺς ἐστέλλετο τοῖς προδεδιακονημένοις ὁρῶσα τῆς γυναικὸς τὸ μηδαμῶς χρημάτων ἁλισκόμενον, εἰδυῖα δὲ αὐτὴν θεραπείᾳ τῆς Ἴσιδος σφόδρα ὑπηγμένην τεχνᾶταί τι τοιόνδε. 18.71τῶν ἱερέων τισὶν ἀφικομένη διὰ λόγων ἐπὶ πίστεσιν μεγάλαις τὸ δὲ μέγιστον δόσει χρημάτων τὸ μὲν παρὸν μυριάδων δυοῖν καὶ ἡμίσει, λαβόντος δʼ ἔκβασιν τοῦ πράγματος ἑτέρῳ τοσῷδε, διασαφεῖ τοῦ νεανίσκου τὸν ἔρωτα αὐτοῖς, κελεύουσα παντοίως ἐπὶ τῷ ληψομένῳ τὴν ἄνθρωπον σπουδάσαι. 18.72οἱ δʼ ἐπὶ πληγῇ τοῦ χρυσίου παραχθέντες ὑπισχνοῦντο. καὶ αὐτῶν γεραίτατος ὡς τὴν Παυλῖναν ὠσάμενος γενομένων εἰσόδων καταμόνας διὰ λόγων ἐλθεῖν ἠξίου. καὶ συγχωρηθὲν πεμπτὸς ἔλεγεν ἥκειν ὑπὸ τοῦ Ἀνούβιδος ἔρωτι αὐτῆς ἡσσημένου τοῦ θεοῦ κελεύοντός τε ὡς αὐτὸν ἐλθεῖν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.66 Joseph. AJ 18.70 (English) >>Joseph. AJ 18.75

Powered by PhiloLogic